ἄπαγέ νύν μʼ ἐντεῦθεν ἤδη. Κρέων στεῖχέ νυν, τέκνων δʼ ἀφοῦ. Οἰδίπους μηδαμῶς ταύτας γʼ ἕλῃ μου. Κρέων πάντα μὴ βούλου κρατεῖν· καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο. Χορός ὦ πάτρας Θήβης ἔνοικοι, λεύσσετʼ, Οἰδίπους ὅδε, ὃς τὰ κλείνʼ αἰνίγματʼ ᾔδει καὶ κράτιστος ἦν ἀνήρ, οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων, εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν. ὥστε θνητὸν ὄντα κείνην τὴν τελευταίαν ἰδεῖν ἡμέραν ἐπισκοποῦντα μηδένʼ ὀλβίζειν, πρὶν ἂν τέρμα τοῦ βίου περάσῃ μηδὲν ἀλγεινὸν παθών.