ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός. Κρέων ἅλις ἵνʼ ἐξήκεις δακρύων· ἀλλʼ ἴθι στέγης ἔσω. Οἰδίπους πειστέον, κεἰ μηδὲν ἡδύ. Κρέων πάντα γὰρ καιρῷ καλά. Οἰδίπους οἶσθʼ ἐφʼ οἷς οὖν εἶμι; Κρέων λέξεις, καὶ τότʼ εἴσομαι κλύων. Οἰδίπους γῆς μʼ ὅπως πέμψεις ἄποικον. Κρέων τοῦ θεοῦ μʼ αἰτεῖς δόσιν. Οἰδίπους ἀλλὰ θεοῖς γʼ ἔχθιστος ἥκω. Κρέων τοιγαροῦν τεύξει τάχα. Οἰδίπους φῂς τάδʼ οὖν; Κρέων ἃ μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην.