ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου Πυθῶνος ἀγλαὰς ἔβας Θήβας; ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων, ἰήιε Δάλιε Παιάν, ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέον ἢ περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος. εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα. Χορός πρῶτα σὲ κεκλόμενος, θύγατερ Διός, ἄμβροτʼ Ἀθάνα γαιάοχόν τʼ ἀδελφεὰν Ἄρτεμιν, ἃ κυκλόεντʼ ἀγορᾶς θρόνον εὐκλέα θάσσει, καὶ Φοῖβον ἑκαβόλον, ἰὼ τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι, εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ ὀρνυμένας πόλει ἠνύσατʼ ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν. Χορός ὦ πόποι, ἀνάριθμα γὰρ φέρω πήματα· νοσεῖ δέ μοι πρόπας στόλος, οὐδʼ ἔνι φροντίδος ἔγχος ᾧ τις ἀλέξεται. οὔτε γὰρ ἔκγονα κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν ἰηίων καμάτων ἀνέχουσι γυναῖκες· ἄλλον δʼ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον ἀκτὰν πρὸς ἑσπέρου θεοῦ. Χορός ὧν πόλις ἀνάριθμος ὄλλυται· νηλέα δὲ γένεθλα πρὸς πέδῳ θαναταφόρα κεῖται ἀνοίκτως· ἐν δʼ ἄλοχοι πολιαί τʼ ἔπι ματέρες ἀχὰν παραβώμιον ἄλλοθεν ἄλλαν λυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσιν. παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος ὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός, εὐῶπα πέμψον ἀλκάν. Χορός Ἄρεά τε τὸν μαλερόν, ὃς νῦν ἄχαλκος ἀσπίδων φλέγει με περιβόατον, ἀντιάζω παλίσσυτον δράμημα νωτίσαι πάτρας ἔπουρον, εἴτʼ ἐς μέγαν θάλαμον Ἀμφιτρίτας εἴτʼ ἐς τὸν ἀπόξενον ὅρμων Θρῄκιον κλύδωνα· τελεῖν γὰρ εἴ τι νὺξ ἀφῇ, τοῦτʼ ἐπʼ ἦμαρ ἔρχεται· τόν, ὦ τᾶν πυρφόρων ἀστραπᾶν κράτη νέμων, ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ, Χορός Λύκειʼ ἄναξ, τά τε σὰ χρυσοστρόφων ἀπʼ ἀγκυλᾶν βέλεα θέλοιμʼ ἂν ἀδάματʼ ἐνδατεῖσθαι ἀρωγὰ προσταχθέντα τάς τε πυρφόρους Ἀρτέμιδος αἴγλας, ξὺν αἷς Λύκιʼ ὄρεα διᾴσσει· τὸν χρυσομίτραν τε κικλήσκω, τᾶσδʼ ἐπώνυμον γᾶς, οἰνῶπα Βάκχον εὔιον, Μαινάδων ὁμόστολον, πελασθῆναι φλέγοντʼ ἀγλαῶπι ¯ ˘ ¯ πεύκᾳ ʼπὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν. Οἰδίπους αἰτεῖς· ἃ δʼ αἰτεῖς, τἄμʼ ἐὰν θέλῃς ἔπη κλύων δέχεσθαι τῇ νόσῳ θʼ ὑπηρετεῖν, ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν· ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδʼ ἐξερῶ, ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον, νῦν δʼ ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ, ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε· ὅστις ποθʼ ὑμῶν Λάϊον τὸν Λαβδάκου κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο, τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί· κεἰ μὲν φοβεῖται, τοὐπίκλημʼ ὑπεξελεῖν αὐτὸν καθʼ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν ἀστεργὲς οὐδέν. γῆς δʼ ἄπεισιν ἀσφαλής. εἰ δʼ αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸς τὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ κέρδος τελῶ ʼγὼ χἠ χάρις προσκείσεται. εἰ δʼ αὖ σιωπήσεσθε, καί τις ἢ φίλου δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε, ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ. τὸν ἄνδρʼ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς τῆσδʼ, ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω, μήτʼ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα, μήτʼ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν κοινὸν ποεῖσθαι, μήτε χέρνιβας νέμειν· ὠθεῖν δʼ ἀπʼ οἴκων πάντας, ὡς μιάσματος τοῦδʼ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί. ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι τῷ τʼ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω· κατεύχομαι δὲ τὸν δεδρακότʼ, εἴτε τις εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα, κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον· ἐπεύχομαι δʼ, οἴκοισιν εἰ ξυνέστιος ἐν τοῖς ἐμοῖς γένοιτʼ ἐμοῦ συνειδότος, παθεῖν ἅπερ τοῖσδʼ ἀρτίως ἠρασάμην. ὑμῖν δὲ ταῦτα πάντʼ ἐπισκήπτω τελεῖν, ὑπέρ τʼ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε γῆς ὧδʼ ἀκάρπως κἀθέως ἐφθαρμένης. Οἰδίπους οὐδʼ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον, ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν, ἀνδρός γʼ ἀρίστου βασιλέως τʼ ὀλωλότος, ἀλλʼ ἐξερευνᾶν· νῦν δʼ ἐπεὶ κυρῶ γʼ ἐγὼ ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν, ἔχων δὲ λέκτρα καὶ γυναῖχʼ ὁμόσπορον, κοινῶν τε παίδων κοίνʼ ἄν, εἰ κείνῳ γένος μὴ ʼδυστύχησεν, ἦν ἂν ἐκπεφυκότα· νῦν δʼ ἐς τὸ κείνου κρᾶτʼ ἐνήλαθʼ ἡ τύχη· ἀνθʼ ὧν ἐγὼ τάδʼ, ὡσπερεὶ τοὐμοῦ πατρός, ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι, ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν, τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τʼ Ἀγήνορος. καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς μήτʼ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ μήτʼ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδʼ ἐχθίονι· ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις τάδʼ ἔστʼ ἀρέσκονθʼ, ἥ τε σύμμαχος Δίκη χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί. Χορός ὥσπερ μʼ ἀραῖον ἔλαβες, ὧδʼ, ἄναξ, ἐρῶ. οὔτʼ ἔκτανον γὰρ οὔτε τὸν κτανόντʼ ἔχω δεῖξαι. τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν Φοίβου τόδʼ εἰπεῖν, ὅστις εἴργασταί ποτε. Οἰδίπους δίκαιʼ ἔλεξας· ἀλλʼ ἀναγκάσαι θεοὺς ἃν μὴ θέλωσιν οὐδʼ ἂν εἷς δύναιτʼ ἀνήρ. Χορός τὰ δεύτερʼ ἐκ τῶνδʼ ἂν λέγοιμʼ ἁμοὶ δοκεῖ. Οἰδίπους εἰ καὶ τρίτʼ ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι. Χορός ἄνακτʼ ἄνακτι ταὔθʼ ὁρῶντʼ ἐπίσταμαι μάλιστα Φοίβῳ Τειρεσίαν, παρʼ οὗ τις ἂν σκοπῶν τάδʼ, ὦναξ, ἐκμάθοι σαφέστατα. Οἰδίπους ἀλλʼ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτʼ ἐπραξάμην. ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς πομπούς· πάλαι δὲ μὴ παρῶν θαυμάζεται. Χορός καὶ μὴν τά γʼ ἄλλα κωφὰ καὶ παλαίʼ ἔπη. Οἰδίπους τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον. Χορός θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων. Οἰδίπους ἤκουσα κἀγώ. τὸν δʼ ἰδόντʼ οὐδεὶς ὁρᾷ. Χορός ἀλλʼ εἴ τι μὲν δὴ δείματός γʼ ἔχει μέρος, τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδʼ ἀράς, Οἰδίπους ᾧ μή ʼστι δρῶντι τάρβος, οὐδʼ ἔπος φοβεῖ. Χορός ἀλλʼ οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ τὸν θεῖον ἤδη μάντιν ὧδʼ ἄγουσιν, ᾧ τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ. Οἰδίπους ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε ἄρρητά τʼ, οὐράνιά τε καὶ χθονοστιβῆ, πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δʼ ὅμως οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην σωτῆρά τʼ, ὦναξ, μοῦνον ἐξευρίσκομεν. Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων, πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος, εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα. σύ νυν φθονήσας μήτʼ ἀπʼ οἰωνῶν φάτιν μήτʼ εἴ τινʼ ἄλλην μαντικῆς ἔχεις ὁδόν, ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δʼ ἐμέ, ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος.