<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1502">χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.</l><l n="1503">ὦ παῖ Μενοικέως, ἀλλʼ ἐπεὶ μόνος πατὴρ</l><l n="1504">ταύταιν λέλειψαι, νὼ γάρ, ὣ ʼφυτεύσαμεν,</l><l n="1505">ὀλώλαμεν δύʼ ὄντε, μή σφε περιίδῃς</l><l n="1506">πτωχὰς ἀνάνδρους ἐκγενεῖς ἀλωμένας,</l><l n="1507">μηδʼ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.</l><l n="1508">ἀλλʼ οἴκτισόν σφας, ὧδε τηλικάσδʼ ὁρῶν</l><l n="1509">πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.</l><l n="1510">ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί.</l><l n="1511">σφῷν δʼ, ὦ τέκνʼ, εἰ μὲν εἰχέτην ἤδη φρένας,</l><l n="1512">πόλλʼ ἂν παρῄνουν·  νῦν δὲ τοῦτʼ εὔχεσθέ μοι,</l><l n="1513">οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος</l></sp></div></div></body></text></TEI>