χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών. ὦ παῖ Μενοικέως, ἀλλʼ ἐπεὶ μόνος πατὴρ ταύταιν λέλειψαι, νὼ γάρ, ὣ ʼφυτεύσαμεν, ὀλώλαμεν δύʼ ὄντε, μή σφε περιίδῃς πτωχὰς ἀνάνδρους ἐκγενεῖς ἀλωμένας, μηδʼ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς. ἀλλʼ οἴκτισόν σφας, ὧδε τηλικάσδʼ ὁρῶν πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος. ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί. σφῷν δʼ, ὦ τέκνʼ, εἰ μὲν εἰχέτην ἤδη φρένας, πόλλʼ ἂν παρῄνουν· νῦν δὲ τοῦτʼ εὔχεσθέ μοι, οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος