<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1490">ποίας δʼ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι</l><l n="1491">πρὸς οἶκον ἵξεσθʼ ἀντὶ τῆς θεωρίας;</l><l n="1492">ἀλλʼ ἡνίκʼ ἂν δὴ πρὸς γάμων ἥκητʼ ἀκμάς,</l><l n="1493">τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα,</l><l n="1494">τοιαῦτʼ ὀνείδη λαμβάνων, ἃ ταῖς ἐμαῖς</l><l n="1495">γοναῖσιν ἔσται σφῷν θʼ ὁμοῦ δηλήματα;</l><l n="1496">τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ</l><l n="1497">ὑμῶν ἔπεφνε·  τὴν τεκοῦσαν ἤροσεν,</l><l n="1498">ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων</l><l n="1499">ἐκτήσαθʼ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.</l><l n="1500">τοιαῦτʼ ὀνειδιεῖσθε·  κᾆτα τίς γαμεῖ;</l><l n="1501">οὐκ ἔστιν οὐδείς, ὦ τέκνʼ, ἀλλὰ δηλαδὴ</l></sp></div></div></body></text></TEI>