ποίας δʼ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι πρὸς οἶκον ἵξεσθʼ ἀντὶ τῆς θεωρίας; ἀλλʼ ἡνίκʼ ἂν δὴ πρὸς γάμων ἥκητʼ ἀκμάς, τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα, τοιαῦτʼ ὀνείδη λαμβάνων, ἃ ταῖς ἐμαῖς γοναῖσιν ἔσται σφῷν θʼ ὁμοῦ δηλήματα; τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ ὑμῶν ἔπεφνε· τὴν τεκοῦσαν ἤροσεν, ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων ἐκτήσαθʼ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ. τοιαῦτʼ ὀνειδιεῖσθε· κᾆτα τίς γαμεῖ; οὐκ ἔστιν οὐδείς, ὦ τέκνʼ, ἀλλὰ δηλαδὴ