ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας, αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδʼ ὁρᾶν τὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα· ὃς ὑμίν, ὦ τέκνʼ, οὔθʼ ὁρῶν οὔθʼ ἱστορῶν πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην. καὶ σφὼ δακρύω· προσβλέπειν γὰρ οὐ σθένω· νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου, οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών. ποίας γὰρ ἀστῶν ἥξετʼ εἰς ὁμιλίας, ποίας δʼ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι πρὸς οἶκον ἵξεσθʼ ἀντὶ τῆς θεωρίας; ἀλλʼ ἡνίκʼ ἂν δὴ πρὸς γάμων ἥκητʼ ἀκμάς, τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα, τοιαῦτʼ ὀνείδη λαμβάνων, ἃ ταῖς ἐμαῖς γοναῖσιν ἔσται σφῷν θʼ ὁμοῦ δηλήματα; τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ ὑμῶν ἔπεφνε· τὴν τεκοῦσαν ἤροσεν, ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων ἐκτήσαθʼ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.