<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1478">ἀλλʼ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ</l><l n="1479">δαίμων ἄμεινον ἢ ʼμὲ φρουρήσας τύχοι.</l><l n="1480">ὦ τέκνα, ποῦ ποτʼ  ἐστέ;  δεῦρʼ  ἴτʼ, ἔλθετε</l><l n="1481">ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας,</l><l n="1482">αἳ τοῦ φυτουργοῦ  πατρὸς ὑμὶν ὧδʼ ὁρᾶν</l><l n="1483">τὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα·</l><l n="1484">ὃς ὑμίν, ὦ τέκνʼ, οὔθʼ ὁρῶν οὔθʼ ἱστορῶν</l><l n="1485">πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην.</l><l n="1486">καὶ σφὼ δακρύω· προσβλέπειν γὰρ οὐ σθένω·</l><l n="1487">νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου,</l><l n="1488">οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.</l><l n="1489">ποίας γὰρ ἀστῶν ἥξετʼ εἰς ὁμιλίας,</l></sp></div></div></body></text></TEI>