ἀλλʼ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ δαίμων ἄμεινον ἢ ʼμὲ φρουρήσας τύχοι. ὦ τέκνα, ποῦ ποτʼ ἐστέ; δεῦρʼ ἴτʼ, ἔλθετε ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας, αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδʼ ὁρᾶν τὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα· ὃς ὑμίν, ὦ τέκνʼ, οὔθʼ ὁρῶν οὔθʼ ἱστορῶν πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην. καὶ σφὼ δακρύω· προσβλέπειν γὰρ οὐ σθένω· νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου, οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών. ποίας γὰρ ἀστῶν ἥξετʼ εἰς ὁμιλίας,