αἷν μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖν ψαῦσαί μʼ ἔασον κἀποκλαύσασθαι κακά. ἴθʼ ὦναξ, ἴθʼ ὦ γονῇ γενναῖε· χερσί τἂν θιγὼν δοκοῖμʼ ἔχειν σφᾶς, ὥσπερ ἡνίκʼ ἔβλεπον. τί φημί; οὐ δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοιν δακρυρροούντοιν, καί μʼ ἐποικτίρας Κρέων ἔπεμψέ μοι τὰ φίλτατʼ ἐκγόνοιν ἐμοῖν; λέγω τι; Κρέων λέγεις· ἐγὼ γὰρ εἰμʼ ὁ πορσύνας τάδε, γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ σʼ εἶχεν πάλαι. Οἰδίπους ἀλλʼ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ δαίμων ἄμεινον ἢ ʼμὲ φρουρήσας τύχοι. ὦ τέκνα, ποῦ ποτʼ ἐστέ; δεῦρʼ ἴτʼ, ἔλθετε ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας, αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδʼ ὁρᾶν τὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα· ὃς ὑμίν, ὦ τέκνʼ, οὔθʼ ὁρῶν οὔθʼ ἱστορῶν πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην. καὶ σφὼ δακρύω· προσβλέπειν γὰρ οὐ σθένω· νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου, οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών. ποίας γὰρ ἀστῶν ἥξετʼ εἰς ὁμιλίας, ποίας δʼ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι πρὸς οἶκον ἵξεσθʼ ἀντὶ τῆς θεωρίας; ἀλλʼ ἡνίκʼ ἂν δὴ πρὸς γάμων ἥκητʼ ἀκμάς, τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα, τοιαῦτʼ ὀνείδη λαμβάνων, ἃ ταῖς ἐμαῖς γοναῖσιν ἔσται σφῷν θʼ ὁμοῦ δηλήματα;