αἷν μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖν ψαῦσαί μʼ ἔασον κἀποκλαύσασθαι κακά. ἴθʼ ὦναξ, ἴθʼ ὦ γονῇ γενναῖε· χερσί τἂν θιγὼν δοκοῖμʼ ἔχειν σφᾶς, ὥσπερ ἡνίκʼ ἔβλεπον. τί φημί; οὐ δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοιν δακρυρροούντοιν, καί μʼ ἐποικτίρας Κρέων ἔπεμψέ μοι τὰ φίλτατʼ ἐκγόνοιν ἐμοῖν; λέγω τι; Κρέων λέγεις· ἐγὼ γὰρ εἰμʼ ὁ πορσύνας τάδε, γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ σʼ εἶχεν πάλαι.