<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1454">ἵνʼ ἐξ ἐκείνων, οἵ μʼ ἀπωλλύτην, θάνω.</l><l n="1455">καίτοι τοσοῦτόν γʼ οἶδα, μήτε μʼ ἂν νόσον</l><l n="1456">μήτʼ ἄλλο πέρσαι μηδέν·  οὐ γὰρ ἄν ποτε</l><l n="1457">θνῄσκων ἐσώθην, μὴ ʼπί τῳ δεινῷ κακῷ.</l><l n="1458">ἀλλʼ ἡ μὲν ἡμῶν μοῖρʼ, ὅποιπερ εἶσʼ, ἴτω·</l><l n="1459">παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων,</l><l n="1460">προσθῇ μέριμναν·  ἄνδρες εἰσίν, ὥστε μὴ</l><l n="1461">σπάνιν ποτὲ σχεῖν, ἔνθʼ ἂν ὦσι, τοῦ βίου·</l><l n="1462">ταῖν δʼ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν,</l><l n="1463">αἷν οὔποθʼ ἡμὴ χωρὶς ἐστάθη βορᾶς</l><l n="1464">τράπεζʼ ἄνευ τοῦδʼ ἀνδρός, ἀλλʼ ὅσων ἐγὼ</l><l n="1465">ψαύοιμι, πάντων τῶνδʼ ἀεὶ μετειχέτην·</l></sp></div></div></body></text></TEI>