ἵνʼ ἐξ ἐκείνων, οἵ μʼ ἀπωλλύτην, θάνω. καίτοι τοσοῦτόν γʼ οἶδα, μήτε μʼ ἂν νόσον μήτʼ ἄλλο πέρσαι μηδέν· οὐ γὰρ ἄν ποτε θνῄσκων ἐσώθην, μὴ ʼπί τῳ δεινῷ κακῷ. ἀλλʼ ἡ μὲν ἡμῶν μοῖρʼ, ὅποιπερ εἶσʼ, ἴτω· παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων, προσθῇ μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴ σπάνιν ποτὲ σχεῖν, ἔνθʼ ἂν ὦσι, τοῦ βίου· ταῖν δʼ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν, αἷν οὔποθʼ ἡμὴ χωρὶς ἐστάθη βορᾶς τράπεζʼ ἄνευ τοῦδʼ ἀνδρός, ἀλλʼ ὅσων ἐγὼ ψαύοιμι, πάντων τῶνδʼ ἀεὶ μετειχέτην·