χρείας, ἄμεινον ἐκμαθεῖν τι δραστέον. Οἰδίπους οὕτως ἄρʼ ἀνδρὸς ἀθλίου πεύσεσθʼ ὕπερ; Κρέων καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις. Οἰδίπους καὶ σοί γʼ ἐπισκήπτω τε καὶ προστέψομαι, τῆς μὲν κατʼ οἴκους αὐτὸς ὃν θέλεις τάφον θοῦ· καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ· ἐμοῦ δὲ μήποτʼ ἀξιωθήτω τόδε πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν, ἀλλʼ ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι πατήρ τʼ ἐθέσθην ζῶντε κύριον τάφον, ἵνʼ ἐξ ἐκείνων, οἵ μʼ ἀπωλλύτην, θάνω. καίτοι τοσοῦτόν γʼ οἶδα, μήτε μʼ ἂν νόσον μήτʼ ἄλλο πέρσαι μηδέν· οὐ γὰρ ἄν ποτε θνῄσκων ἐσώθην, μὴ ʼπί τῳ δεινῷ κακῷ. ἀλλʼ ἡ μὲν ἡμῶν μοῖρʼ, ὅποιπερ εἶσʼ, ἴτω· παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων, προσθῇ μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴ σπάνιν ποτὲ σχεῖν, ἔνθʼ ἂν ὦσι, τοῦ βίου·