οὕτως ἐλέχθη ταῦθʼ· ὅμως δʼ ἵνʼ ἕσταμεν χρείας, ἄμεινον ἐκμαθεῖν τι δραστέον. Οἰδίπους οὕτως ἄρʼ ἀνδρὸς ἀθλίου πεύσεσθʼ ὕπερ; Κρέων καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις. Οἰδίπους καὶ σοί γʼ ἐπισκήπτω τε καὶ προστέψομαι, τῆς μὲν κατʼ οἴκους αὐτὸς ὃν θέλεις τάφον θοῦ· καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ· ἐμοῦ δὲ μήποτʼ ἀξιωθήτω τόδε πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν, ἀλλʼ ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι πατήρ τʼ ἐθέσθην ζῶντε κύριον τάφον, ἵνʼ ἐξ ἐκείνων, οἵ μʼ ἀπωλλύτην, θάνω. καίτοι τοσοῦτόν γʼ οἶδα, μήτε μʼ ἂν νόσον μήτʼ ἄλλο πέρσαι μηδέν· οὐ γὰρ ἄν ποτε θνῄσκων ἐσώθην, μὴ ʼπί τῳ δεινῷ κακῷ. ἀλλʼ ἡ μὲν ἡμῶν μοῖρʼ, ὅποιπερ εἶσʼ, ἴτω· παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων, προσθῇ μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴ σπάνιν ποτὲ σχεῖν, ἔνθʼ ἂν ὦσι, τοῦ βίου· ταῖν δʼ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν, αἷν οὔποθʼ ἡμὴ χωρὶς ἐστάθη βορᾶς τράπεζʼ ἄνευ τοῦδʼ ἀνδρός, ἀλλʼ ὅσων ἐγὼ ψαύοιμι, πάντων τῶνδʼ ἀεὶ μετειχέτην· αἷν μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖν ψαῦσαί μʼ ἔασον κἀποκλαύσασθαι κακά. ἴθʼ ὦναξ, ἴθʼ ὦ γονῇ γενναῖε· χερσί τἂν θιγὼν δοκοῖμʼ ἔχειν σφᾶς, ὥσπερ ἡνίκʼ ἔβλεπον. τί φημί; οὐ δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοιν δακρυρροούντοιν, καί μʼ ἐποικτίρας Κρέων ἔπεμψέ μοι τὰ φίλτατʼ ἐκγόνοιν ἐμοῖν; λέγω τι; Κρέων λέγεις· ἐγὼ γὰρ εἰμʼ ὁ πορσύνας τάδε, γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ σʼ εἶχεν πάλαι. Οἰδίπους ἀλλʼ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ δαίμων ἄμεινον ἢ ʼμὲ φρουρήσας τύχοι. ὦ τέκνα, ποῦ ποτʼ ἐστέ; δεῦρʼ ἴτʼ, ἔλθετε ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας, αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδʼ ὁρᾶν τὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα· ὃς ὑμίν, ὦ τέκνʼ, οὔθʼ ὁρῶν οὔθʼ ἱστορῶν πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην. καὶ σφὼ δακρύω· προσβλέπειν γὰρ οὐ σθένω· νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου, οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών. ποίας γὰρ ἀστῶν ἥξετʼ εἰς ὁμιλίας, ποίας δʼ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι πρὸς οἶκον ἵξεσθʼ ἀντὶ τῆς θεωρίας; ἀλλʼ ἡνίκʼ ἂν δὴ πρὸς γάμων ἥκητʼ ἀκμάς, τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα, τοιαῦτʼ ὀνείδη λαμβάνων, ἃ ταῖς ἐμαῖς γοναῖσιν ἔσται σφῷν θʼ ὁμοῦ δηλήματα; τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ ὑμῶν ἔπεφνε· τὴν τεκοῦσαν ἤροσεν, ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων ἐκτήσαθʼ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ. τοιαῦτʼ ὀνειδιεῖσθε· κᾆτα τίς γαμεῖ; οὐκ ἔστιν οὐδείς, ὦ τέκνʼ, ἀλλὰ δηλαδὴ χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών. ὦ παῖ Μενοικέως, ἀλλʼ ἐπεὶ μόνος πατὴρ ταύταιν λέλειψαι, νὼ γάρ, ὣ ʼφυτεύσαμεν, ὀλώλαμεν δύʼ ὄντε, μή σφε περιίδῃς πτωχὰς ἀνάνδρους ἐκγενεῖς ἀλωμένας, μηδʼ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς. ἀλλʼ οἴκτισόν σφας, ὧδε τηλικάσδʼ ὁρῶν πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος. ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί. σφῷν δʼ, ὦ τέκνʼ, εἰ μὲν εἰχέτην ἤδη φρένας, πόλλʼ ἂν παρῄνουν· νῦν δὲ τοῦτʼ εὔχεσθέ μοι, οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός. Κρέων ἅλις ἵνʼ ἐξήκεις δακρύων· ἀλλʼ ἴθι στέγης ἔσω. Οἰδίπους πειστέον, κεἰ μηδὲν ἡδύ. Κρέων πάντα γὰρ καιρῷ καλά. Οἰδίπους οἶσθʼ ἐφʼ οἷς οὖν εἶμι;