οὕτως ἐλέχθη ταῦθʼ· ὅμως δʼ ἵνʼ ἕσταμεν χρείας, ἄμεινον ἐκμαθεῖν τι δραστέον. Οἰδίπους οὕτως ἄρʼ ἀνδρὸς ἀθλίου πεύσεσθʼ ὕπερ; Κρέων καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις. Οἰδίπους καὶ σοί γʼ ἐπισκήπτω τε καὶ προστέψομαι, τῆς μὲν κατʼ οἴκους αὐτὸς ὃν θέλεις τάφον θοῦ· καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ· ἐμοῦ δὲ μήποτʼ ἀξιωθήτω τόδε πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν, ἀλλʼ ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι πατήρ τʼ ἐθέσθην ζῶντε κύριον τάφον,