ἀλλʼ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθʼ ἔτι γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα αἰδεῖσθʼ ἄνακτος Ἡλίου, τοιόνδʼ ἄγος ἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ μήτʼ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται. ἀλλʼ ὡς τάχιστʼ ἐς οἶκον ἐσκομίζετε· τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθʼ ὁρᾶν μόνοις τʼ ἀκούειν εὐσεβῶς ἔχει κακά. Οἰδίπους πρὸς θεῶν, ἐπείπερ ἐλπίδος μʼ ἀπέσπασας, ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρʼ ἐμέ, πιθοῦ τί μοι· πρὸς σοῦ γὰρ οὐδʼ ἐμοῦ φράσω. Κρέων καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν; Οἰδίπους ῥῖψόν με γῆς ἐκ τῆσδʼ ὅσον τάχισθʼ, ὅπου θνητῶν φανοῦμαι μηδενὸς προσήγορος. Κρέων ἔδρασʼ ἂν εὖ τοῦτʼ ἴσθʼ ἄν, εἰ μὴ τοῦ θεοῦ πρώτιστʼ ἔχρῃζον ἐκμαθεῖν τί πρακτέαν. Οἰδίπους ἀλλʼ ἥ γʼ ἐκείνου πᾶσʼ ἐδηλώθη φάτις, τὸν πατροφόντην, τὸν ἀσεβῆ μʼ ἀπολλύναι. Κρέων οὕτως ἐλέχθη ταῦθʼ· ὅμως δʼ ἵνʼ ἕσταμεν