χώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ. Οἰδίπους οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδʼ ἔπος; τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρ πάρος πρὸς αὐτὸν πάντʼ ἐφεύρημαι κακός. Κρέων οὐχ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα, οὐδʼ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν. ἀλλʼ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθʼ ἔτι γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα αἰδεῖσθʼ ἄνακτος Ἡλίου, τοιόνδʼ ἄγος ἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ μήτʼ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται. ἀλλʼ ὡς τάχιστʼ ἐς οἶκον ἐσκομίζετε·