πατέρας, ἀδελφούς, παῖδας, αἷμʼ ἐμφύλιον, νύμφας, γυναῖκας μητέρας τε, χὠπόσα αἴσχιστʼ ἐν ἀνθρώποισιν ἔργα γίγνεται. ἀλλʼ οὐ γὰρ αὐδᾶν ἔσθʼ ἃ μηδὲ δρᾶν καλόν, ὅπως τάχιστα πρὸς θεῶν ἔξω μέ που καλύψατʼ ἢ φονεύσατʼ ἢ θαλάσσιον ἐκρίψατʼ, ἔνθα μήποτʼ εἰσόψεσθʼ ἔτι. ἴτʼ, ἀξιώσατʼ ἀνδρὸς ἀθλίου θιγεῖν. πίθεσθε, μὴ δείσητε· τἀμὰ γὰρ κακὰ οὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν. Χορός ἀλλʼ ὧν ἐπαιτεῖς εἰς δέον πάρεσθʼ ὅδε Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶ χώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ. Οἰδίπους οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδʼ ἔπος; τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρ πάρος πρὸς αὐτὸν πάντʼ ἐφεύρημαι κακός. Κρέων οὐχ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα, οὐδʼ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν. ἀλλʼ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθʼ ἔτι γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα αἰδεῖσθʼ ἄνακτος Ἡλίου, τοιόνδʼ ἄγος ἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ μήτʼ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται. ἀλλʼ ὡς τάχιστʼ ἐς οἶκον ἐσκομίζετε· τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθʼ ὁρᾶν μόνοις τʼ ἀκούειν εὐσεβῶς ἔχει κακά. Οἰδίπους πρὸς θεῶν, ἐπείπερ ἐλπίδος μʼ ἀπέσπασας, ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρʼ ἐμέ, πιθοῦ τί μοι· πρὸς σοῦ γὰρ οὐδʼ ἐμοῦ φράσω. Κρέων καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν;