ἀνεῖτε ταὐτοῦ σπέρμα, κἀπεδείξατε πατέρας, ἀδελφούς, παῖδας, αἷμʼ ἐμφύλιον, νύμφας, γυναῖκας μητέρας τε, χὠπόσα αἴσχιστʼ ἐν ἀνθρώποισιν ἔργα γίγνεται. ἀλλʼ οὐ γὰρ αὐδᾶν ἔσθʼ ἃ μηδὲ δρᾶν καλόν, ὅπως τάχιστα πρὸς θεῶν ἔξω μέ που καλύψατʼ ἢ φονεύσατʼ ἢ θαλάσσιον ἐκρίψατʼ, ἔνθα μήποτʼ εἰσόψεσθʼ ἔτι. ἴτʼ, ἀξιώσατʼ ἀνδρὸς ἀθλίου θιγεῖν. πίθεσθε, μὴ δείσητε· τἀμὰ γὰρ κακὰ οὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν. Χορός ἀλλʼ ὧν ἐπαιτεῖς εἰς δέον πάρεσθʼ ὅδε Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶ χώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ. Οἰδίπους οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδʼ ἔπος; τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρ πάρος πρὸς αὐτὸν πάντʼ ἐφεύρημαι κακός. Κρέων οὐχ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα, οὐδʼ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν.