ἥκιστά γʼ· ἀλλʼ εἰ τῆς ἀκουούσης ἔτʼ ἦν πηγῆς διʼ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην τὸ μὴ ἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας, ἵνʼ ἦ τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρ τὴν φροντίδʼ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ. ἰὼ Κιθαιρών, τί μʼ ἐδέχου; τί μʼ οὐ λαβὼν ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς; ὦ Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια λόγῳ παλαιὰ δώμαθʼ, οἷον ἆρά με κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε· νῦν γὰρ κακός τʼ ὢν κἀκ κακῶν εὑρίσκομαι. ὦ τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη δρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς, αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο ἐπίετε πατρός, ἆρά μου μέμνησθʼ ἔτι οἷʼ ἔργα δράσας ὑμὶν εἶτα δεῦρʼ ἰὼν ὁποῖʼ ἔπρασσον αὖθις; ᾧ γάμοι γάμοι, ἐφύσαθʼ ἡμᾶς, καὶ φυτεύσαντες πάλιν