ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν φανέντʼ ἄναγνον καὶ γένους τοῦ Λαΐου. τοιάνδʼ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν; ἥκιστά γʼ· ἀλλʼ εἰ τῆς ἀκουούσης ἔτʼ ἦν πηγῆς διʼ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην τὸ μὴ ἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας, ἵνʼ ἦ τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρ τὴν φροντίδʼ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ. ἰὼ Κιθαιρών, τί μʼ ἐδέχου; τί μʼ οὐ λαβὼν ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς;