<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1370">μή μʼ ἐκδίδασκε, μηδὲ συμβούλευʼ ἔτι.</l><l n="1371">ἐγὼ γὰρ οὐκ οἶδʼ ὄμμασιν ποίοις βλέπων</l><l n="1372">πατέρα ποτʼ ἂν προσεῖδον εἰς Ἅιδου μολὼν</l><l n="1373">οὐδʼ αὖ τάλαιναν μητέρʼ, οἷν ἐμοὶ δυοῖν</l><l n="1374">ἔργʼ ἐστὶ κρείσσονʼ ἀγχόνης εἰργασμένα.</l><l n="1375">ἀλλʼ ἡ τέκνων δῆτʼ ὄψις ἦν ἐφίμερος,</l><l n="1376">βλαστοῦσʼ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;</l><l n="1377">οὐ δῆτα τοῖς γʼ ἐμοῖσιν ὀφθαλμοῖς ποτε·</l><l n="1378">οὐδʼ ἄστυ γʼ οὐδὲ πύργος οὐδὲ δαιμόνων</l><l n="1379">ἀγάλμαθʼ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ</l><l n="1380">κάλλιστʼ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς</l><l n="1381">ἀπεστέρησʼ ἐμαυτόν, αὐτὸς ἐννέπων</l></sp></div></div></body></text></TEI>