μή μʼ ἐκδίδασκε, μηδὲ συμβούλευʼ ἔτι. ἐγὼ γὰρ οὐκ οἶδʼ ὄμμασιν ποίοις βλέπων πατέρα ποτʼ ἂν προσεῖδον εἰς Ἅιδου μολὼν οὐδʼ αὖ τάλαιναν μητέρʼ, οἷν ἐμοὶ δυοῖν ἔργʼ ἐστὶ κρείσσονʼ ἀγχόνης εἰργασμένα. ἀλλʼ ἡ τέκνων δῆτʼ ὄψις ἦν ἐφίμερος, βλαστοῦσʼ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί; οὐ δῆτα τοῖς γʼ ἐμοῖσιν ὀφθαλμοῖς ποτε· οὐδʼ ἄστυ γʼ οὐδὲ πύργος οὐδὲ δαιμόνων ἀγάλμαθʼ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ κάλλιστʼ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς ἀπεστέρησʼ ἐμαυτόν, αὐτὸς ἐννέπων