οὐκ οἶδʼ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς· κρείσσων γὰρ ἦσθα μηκέτʼ ὢν ἢ ζῶν τυφλός. Οἰδίπους ὡς μὲν τάδʼ οὐχ ὧδʼ ἔστʼ ἄριστʼ εἰργασμένα, μή μʼ ἐκδίδασκε, μηδὲ συμβούλευʼ ἔτι. ἐγὼ γὰρ οὐκ οἶδʼ ὄμμασιν ποίοις βλέπων πατέρα ποτʼ ἂν προσεῖδον εἰς Ἅιδου μολὼν οὐδʼ αὖ τάλαιναν μητέρʼ, οἷν ἐμοὶ δυοῖν ἔργʼ ἐστὶ κρείσσονʼ ἀγχόνης εἰργασμένα. ἀλλʼ ἡ τέκνων δῆτʼ ὄψις ἦν ἐφίμερος, βλαστοῦσʼ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί; οὐ δῆτα τοῖς γʼ ἐμοῖσιν ὀφθαλμοῖς ποτε· οὐδʼ ἄστυ γʼ οὐδὲ πύργος οὐδὲ δαιμόνων ἀγάλμαθʼ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ κάλλιστʼ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς ἀπεστέρησʼ ἐμαυτόν, αὐτὸς ἐννέπων ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν φανέντʼ ἄναγνον καὶ γένους τοῦ Λαΐου. τοιάνδʼ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν;