εἰ δέ τι πρεσβύτερον ἔτι κακοῦ κακόν, τοῦτʼ ἔλαχʼ Οἰδίπους. Χορός οὐκ οἶδʼ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς· κρείσσων γὰρ ἦσθα μηκέτʼ ὢν ἢ ζῶν τυφλός. Οἰδίπους ὡς μὲν τάδʼ οὐχ ὧδʼ ἔστʼ ἄριστʼ εἰργασμένα, μή μʼ ἐκδίδασκε, μηδὲ συμβούλευʼ ἔτι. ἐγὼ γὰρ οὐκ οἶδʼ ὄμμασιν ποίοις βλέπων πατέρα ποτʼ ἂν προσεῖδον εἰς Ἅιδου μολὼν οὐδʼ αὖ τάλαιναν μητέρʼ, οἷν ἐμοὶ δυοῖν ἔργʼ ἐστὶ κρείσσονʼ ἀγχόνης εἰργασμένα. ἀλλʼ ἡ τέκνων δῆτʼ ὄψις ἦν ἐφίμερος, βλαστοῦσʼ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί; οὐ δῆτα τοῖς γʼ ἐμοῖσιν ὀφθαλμοῖς ποτε· οὐδʼ ἄστυ γʼ οὐδὲ πύργος οὐδὲ δαιμόνων ἀγάλμαθʼ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ κάλλιστʼ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς ἀπεστέρησʼ ἐμαυτόν, αὐτὸς ἐννέπων ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν φανέντʼ ἄναγνον καὶ γένους τοῦ Λαΐου. τοιάνδʼ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν; ἥκιστά γʼ· ἀλλʼ εἰ τῆς ἀκουούσης ἔτʼ ἦν πηγῆς διʼ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην τὸ μὴ ἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας, ἵνʼ ἦ τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρ τὴν φροντίδʼ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ. ἰὼ Κιθαιρών, τί μʼ ἐδέχου; τί μʼ οὐ λαβὼν ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς; ὦ Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια λόγῳ παλαιὰ δώμαθʼ, οἷον ἆρά με κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε· νῦν γὰρ κακός τʼ ὢν κἀκ κακῶν εὑρίσκομαι. ὦ τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη δρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς, αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο ἐπίετε πατρός, ἆρά μου μέμνησθʼ ἔτι οἷʼ ἔργα δράσας ὑμὶν εἶτα δεῦρʼ ἰὼν ὁποῖʼ ἔπρασσον αὖθις; ᾧ γάμοι γάμοι, ἐφύσαθʼ ἡμᾶς, καὶ φυτεύσαντες πάλιν ἀνεῖτε ταὐτοῦ σπέρμα, κἀπεδείξατε πατέρας, ἀδελφούς, παῖδας, αἷμʼ ἐμφύλιον, νύμφας, γυναῖκας μητέρας τε, χὠπόσα αἴσχιστʼ ἐν ἀνθρώποισιν ἔργα γίγνεται. ἀλλʼ οὐ γὰρ αὐδᾶν ἔσθʼ ἃ μηδὲ δρᾶν καλόν, ὅπως τάχιστα πρὸς θεῶν ἔξω μέ που καλύψατʼ ἢ φονεύσατʼ ἢ θαλάσσιον ἐκρίψατʼ, ἔνθα μήποτʼ εἰσόψεσθʼ ἔτι. ἴτʼ, ἀξιώσατʼ ἀνδρὸς ἀθλίου θιγεῖν. πίθεσθε, μὴ δείσητε· τἀμὰ γὰρ κακὰ οὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν. Χορός ἀλλʼ ὧν ἐπαιτεῖς εἰς δέον πάρεσθʼ ὅδε Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶ χώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ. Οἰδίπους οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδʼ ἔπος; τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρ πάρος πρὸς αὐτὸν πάντʼ ἐφεύρημαι κακός. Κρέων οὐχ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα, οὐδʼ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν. ἀλλʼ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθʼ ἔτι γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα αἰδεῖσθʼ ἄνακτος Ἡλίου, τοιόνδʼ ἄγος ἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ μήτʼ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται. ἀλλʼ ὡς τάχιστʼ ἐς οἶκον ἐσκομίζετε· τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθʼ ὁρᾶν μόνοις τʼ ἀκούειν εὐσεβῶς ἔχει κακά. Οἰδίπους πρὸς θεῶν, ἐπείπερ ἐλπίδος μʼ ἀπέσπασας, ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρʼ ἐμέ, πιθοῦ τί μοι· πρὸς σοῦ γὰρ οὐδʼ ἐμοῦ φράσω. Κρέων καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν; Οἰδίπους ῥῖψόν με γῆς ἐκ τῆσδʼ ὅσον τάχισθʼ, ὅπου θνητῶν φανοῦμαι μηδενὸς προσήγορος. Κρέων ἔδρασʼ ἂν εὖ τοῦτʼ ἴσθʼ ἄν, εἰ μὴ τοῦ θεοῦ πρώτιστʼ ἔχρῃζον ἐκμαθεῖν τί πρακτέαν. Οἰδίπους ἀλλʼ ἥ γʼ ἐκείνου πᾶσʼ ἐδηλώθη φάτις, τὸν πατροφόντην, τὸν ἀσεβῆ μʼ ἀπολλύναι.