οὐκ ἦ φίλοισιν οὐδʼ ἐμοὶ τοσόνδʼ ἄχος. Χορός θέλοντι κἀμοὶ τοῦτʼ ἂν ἦν. Οἰδίπους οὔκουν πατρός γʼ ἂν φονεὺς ἦλθον οὐδὲ νυμφίος βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο. νῦν δʼ ἄθεος μέν εἰμʼ, ἀνοσίων δὲ παῖς, ὁμολεχὴς δʼ ἀφʼ ὧν αὐτὸς ἔφυν τάλας. εἰ δέ τι πρεσβύτερον ἔτι κακοῦ κακόν, τοῦτʼ ἔλαχʼ Οἰδίπους. Χορός οὐκ οἶδʼ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς· κρείσσων γὰρ ἦσθα μηκέτʼ ὢν ἢ ζῶν τυφλός. Οἰδίπους ὡς μὲν τάδʼ οὐχ ὧδʼ ἔστʼ ἄριστʼ εἰργασμένα,