στερκτὸν ἢ προσήγορον ἔτʼ ἔστʼ ἀκούειν ἡδονᾷ φίλοι; ἀπάγετʼ ἐκτόπιον ὅ τι τάχιστά με, ἀπάγετʼ, ὦ φίλοι, τὸν μέγʼ ὀλέθριον τὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖς ἐχθρότατον βροτῶν. Χορός δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον, ὡς σʼ ἠθέλησα μηδέ γʼ ἂν γνῶναί ποτε. Οἰδίπους ὄλοιθʼ ὅστις ἦν, ὃς ἀγρίας πέδας μονάδʼ ἐπιποδίας ἔλυσʼ μʼ ἀπό τε φόνου ἔρυτο κἀνέσωσεν, οὐδὲν εἰς χάριν πράσσων. τότε γὰρ ἂν θανὼν οὐκ ἦ φίλοισιν οὐδʼ ἐμοὶ τοσόνδʼ ἄχος. Χορός θέλοντι κἀμοὶ τοῦτʼ ἂν ἦν. Οἰδίπους οὔκουν πατρός γʼ ἂν φονεὺς ἦλθον οὐδὲ νυμφίος βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο. νῦν δʼ ἄθεος μέν εἰμʼ, ἀνοσίων δὲ παῖς, ὁμολεχὴς δʼ ἀφʼ ὧν αὐτὸς ἔφυν τάλας. εἰ δέ τι πρεσβύτερον ἔτι κακοῦ κακόν, τοῦτʼ ἔλαχʼ Οἰδίπους. Χορός οὐκ οἶδʼ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς· κρείσσων γὰρ ἦσθα μηκέτʼ ὢν ἢ ζῶν τυφλός. Οἰδίπους ὡς μὲν τάδʼ οὐχ ὧδʼ ἔστʼ ἄριστʼ εἰργασμένα, μή μʼ ἐκδίδασκε, μηδὲ συμβούλευʼ ἔτι. ἐγὼ γὰρ οὐκ οἶδʼ ὄμμασιν ποίοις βλέπων πατέρα ποτʼ ἂν προσεῖδον εἰς Ἅιδου μολὼν οὐδʼ αὖ τάλαιναν μητέρʼ, οἷν ἐμοὶ δυοῖν ἔργʼ ἐστὶ κρείσσονʼ ἀγχόνης εἰργασμένα. ἀλλʼ ἡ τέκνων δῆτʼ ὄψις ἦν ἐφίμερος,