στερκτὸν ἢ προσήγορον ἔτʼ ἔστʼ ἀκούειν ἡδονᾷ φίλοι; ἀπάγετʼ ἐκτόπιον ὅ τι τάχιστά με, ἀπάγετʼ, ὦ φίλοι, τὸν μέγʼ ὀλέθριον τὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖς ἐχθρότατον βροτῶν. Χορός δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον, ὡς σʼ ἠθέλησα μηδέ γʼ ἂν γνῶναί ποτε. Οἰδίπους ὄλοιθʼ ὅστις ἦν, ὃς ἀγρίας πέδας μονάδʼ ἐπιποδίας ἔλυσʼ μʼ ἀπό τε φόνου ἔρυτο κἀνέσωσεν, οὐδὲν εἰς χάριν πράσσων. τότε γὰρ ἂν θανὼν