φεῦ φεῦ. οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς, καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως. Χορός ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς ὄψεις μαρᾶναι; τίς σʼ ἐπῆρε δαιμόνων; Οἰδίπους Ἀπόλλων τάδʼ ἦν, Ἀπόλλων, φίλοι, ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδʼ ἐμὰ πάθεα. ἔπαισε δʼ αὐτόχειρ νιν οὔτις, ἀλλʼ ἐγὼ τλάμων. τί γὰρ ἔδει μʼ ὁρᾶν, ὅτῳ γʼ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ; Χορός ἦν τᾷδʼ ὅπωσπερ καὶ σύ φῄς. Οἰδίπους τί δῆτʼ ἐμοὶ βλεπτὸν ἢ