καὶ θαῦμά γʼ οὐδὲν ἐν τοσοῖσδε πήμασιν διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά. Οἰδίπους ἰὼ φίλος, σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ ὑπομένεις με τὸν τυφλὸν κηδεύων. φεῦ φεῦ. οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς, καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως. Χορός ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς ὄψεις μαρᾶναι; τίς σʼ ἐπῆρε δαιμόνων; Οἰδίπους Ἀπόλλων τάδʼ ἦν, Ἀπόλλων, φίλοι, ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδʼ ἐμὰ πάθεα. ἔπαισε δʼ αὐτόχειρ νιν οὔτις, ἀλλʼ ἐγὼ τλάμων. τί γὰρ ἔδει μʼ ὁρᾶν, ὅτῳ γʼ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ; Χορός ἦν τᾷδʼ ὅπωσπερ καὶ σύ φῄς. Οἰδίπους τί δῆτʼ ἐμοὶ βλεπτὸν ἢ στερκτὸν ἢ προσήγορον ἔτʼ ἔστʼ ἀκούειν ἡδονᾷ φίλοι;