πολλὰ δʼ ἀθρῆσαι· τοίαν φρίκην παρέχεις μοι. Οἰδίπους αἰαῖ αἰαῖ, δύστανος ἐγώ, ποῖ γᾶς φέρομαι τλάμων; πᾷ μοι φθογγὰ διαπωτᾶται φοράδην; ἰὼ δαῖμον, ἵνʼ ἐξήλλου. Χορός ἐς δεινὸν οὐδʼ ἀκουστὸν οὐδʼ ἐπόψιμον. Οἰδίπους ἰὼ σκότου νέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον, ἀδάματόν τε καὶ δυσούριστον ὄν. οἴμοι, οἴμοι μάλʼ αὖθις· οἷον εἰσέδυ μʼ ἅμα κέντρων τε τῶνδʼ οἴστρημα καὶ μνήμη κακῶν. Χορός καὶ θαῦμά γʼ οὐδὲν ἐν τοσοῖσδε πήμασιν διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά. Οἰδίπους ἰὼ φίλος, σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ ὑπομένεις με τὸν τυφλὸν κηδεύων. φεῦ φεῦ. οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς, καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως. Χορός ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς ὄψεις μαρᾶναι; τίς σʼ ἐπῆρε δαιμόνων; Οἰδίπους Ἀπόλλων τάδʼ ἦν, Ἀπόλλων, φίλοι, ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδʼ ἐμὰ πάθεα. ἔπαισε δʼ αὐτόχειρ νιν οὔτις, ἀλλʼ ἐγὼ τλάμων. τί γὰρ ἔδει μʼ ὁρᾶν, ὅτῳ γʼ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ; Χορός ἦν τᾷδʼ ὅπωσπερ καὶ σύ φῄς. Οἰδίπους τί δῆτʼ ἐμοὶ βλεπτὸν ἢ