φόνου μυδώσας σταγόνας, ἀλλʼ ὁμοῦ μέλας ὄμβρος χαλάζης αἱματοῦς ἐτέγγετο. τάδʼ ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου κάτα, ἀλλʼ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά. ὁ πρὶν παλαιὸς δʼ ὄλβος ἦν πάροιθε μὲν ὄλβος δικαίως· νῦν δὲ τῇδε θἠμέρᾳ στεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶν ὅσʼ ἐστὶ πάντων ὀνόματʼ, οὐδέν ἐστʼ ἀπόν. Χορός νῦν δʼ ἔσθʼ ὁ τλήμων ἐν τίνι σχολῇ κακοῦ; Ἐξάγγελος βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα τοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον, τὸν μητέρʼ—αὐδῶν ἀνόσιʼ οὐδὲ ῥητά μοι, ὡς ἐκ χθονὸς ῥίψων ἑαυτὸν οὐδʼ ἔτι μενῶν δόμοις ἀραῖος, ὡς ἠράσατο. ῥώμης γε μέντοι καὶ προηγητοῦ τινος δεῖται· τὸ γὰρ νόσημα μεῖζον ἢ φέρειν. δείξει δὲ καὶ σοί· κλῇθρα γὰρ πυλῶν τάδε διοίγεται· θέαμα δʼ εἰσόψει τάχα τοιοῦτον οἷον καὶ στυγοῦντʼ ἐποικτίσαι. Χορός ὦ δεινὸν ἰδεῖν πάθος ἀνθρώποις, ὦ δεινότατον πάντων ὅσʼ ἐγὼ προσέκυρσʼ ἤδη. τίς σʼ, ὦ τλῆμον, προσέβη μανία; τίς ὁ πηδήσας μείζονα δαίμων τῶν μακίστων πρὸς σῇ δυσδαίμονι μοίρᾳ; φεῦ φεῦ, δύστανʼ· ἀλλʼ οὐδʼ ἐσιδεῖν δύναμαί σε, θέλων πόλλʼ ἀνερέσθαι, πολλὰ πυθέσθαι, πολλὰ δʼ ἀθρῆσαι· τοίαν φρίκην παρέχεις μοι. Οἰδίπους αἰαῖ αἰαῖ, δύστανος ἐγώ, ποῖ γᾶς φέρομαι τλάμων; πᾷ μοι φθογγὰ διαπωτᾶται φοράδην; ἰὼ δαῖμον, ἵνʼ ἐξήλλου. Χορός ἐς δεινὸν οὐδʼ ἀκουστὸν οὐδʼ ἐπόψιμον. Οἰδίπους ἰὼ σκότου νέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον, ἀδάματόν τε καὶ δυσούριστον ὄν. οἴμοι, οἴμοι μάλʼ αὖθις· οἷον εἰσέδυ μʼ ἅμα κέντρων τε τῶνδʼ οἴστρημα καὶ μνήμη κακῶν. Χορός καὶ θαῦμά γʼ οὐδὲν ἐν τοσοῖσδε πήμασιν διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά. Οἰδίπους ἰὼ φίλος, σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ ὑπομένεις με τὸν τυφλὸν κηδεύων. φεῦ φεῦ. οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς, καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως. Χορός ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς ὄψεις μαρᾶναι; τίς σʼ ἐπῆρε δαιμόνων; Οἰδίπους Ἀπόλλων τάδʼ ἦν, Ἀπόλλων, φίλοι, ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδʼ ἐμὰ πάθεα. ἔπαισε δʼ αὐτόχειρ νιν οὔτις, ἀλλʼ ἐγὼ τλάμων. τί γὰρ ἔδει μʼ ὁρᾶν, ὅτῳ γʼ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ; Χορός ἦν τᾷδʼ ὅπωσπερ καὶ σύ φῄς. Οἰδίπους τί δῆτʼ ἐμοὶ βλεπτὸν ἢ στερκτὸν ἢ προσήγορον ἔτʼ ἔστʼ ἀκούειν ἡδονᾷ φίλοι; ἀπάγετʼ ἐκτόπιον ὅ τι τάχιστά με, ἀπάγετʼ, ὦ φίλοι, τὸν μέγʼ ὀλέθριον τὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖς ἐχθρότατον βροτῶν. Χορός δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον, ὡς σʼ ἠθέλησα μηδέ γʼ ἂν γνῶναί ποτε. Οἰδίπους ὄλοιθʼ ὅστις ἦν, ὃς ἀγρίας πέδας μονάδʼ ἐπιποδίας ἔλυσʼ μʼ ἀπό τε φόνου ἔρυτο κἀνέσωσεν, οὐδὲν εἰς χάριν πράσσων. τότε γὰρ ἂν θανὼν οὐκ ἦ φίλοισιν οὐδʼ ἐμοὶ τοσόνδʼ ἄχος. Χορός θέλοντι κἀμοὶ τοῦτʼ ἂν ἦν. Οἰδίπους οὔκουν πατρός γʼ ἂν φονεὺς ἦλθον οὐδὲ νυμφίος βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο. νῦν δʼ ἄθεος μέν εἰμʼ, ἀνοσίων δὲ παῖς, ὁμολεχὴς δʼ ἀφʼ ὧν αὐτὸς ἔφυν τάλας.