ἤρασσʼ ἐπαίρων βλέφαρα. φοίνιαι δʼ ὁμοῦ γλῆναι γένειʼ ἔτελλον, οὐδʼ ἀνίεσαν φόνου μυδώσας σταγόνας, ἀλλʼ ὁμοῦ μέλας ὄμβρος χαλάζης αἱματοῦς ἐτέγγετο. τάδʼ ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου κάτα, ἀλλʼ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά. ὁ πρὶν παλαιὸς δʼ ὄλβος ἦν πάροιθε μὲν ὄλβος δικαίως· νῦν δὲ τῇδε θἠμέρᾳ στεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶν ὅσʼ ἐστὶ πάντων ὀνόματʼ, οὐδέν ἐστʼ ἀπόν. Χορός νῦν δʼ ἔσθʼ ὁ τλήμων ἐν τίνι σχολῇ κακοῦ; Ἐξάγγελος βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα