πλεκταῖσιν αἰώραισιν ἐμπεπλεγμένην. ὁ δʼ ὡς ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας χαλᾷ κρεμαστὴν ἀρτάνην. ἐπεὶ δὲ γῇ ἔκειτο τλήμων, δεινὰ δʼ ἦν τἀνθένδʼ ὁρᾶν. ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους περόνας ἀπʼ αὐτῆς, αἷσιν ἐξεστέλλετο, ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων, αὐδῶν τοιαῦθʼ, ὁθούνεκʼ οὐκ ὄψοιντό νιν οὔθʼ οἷʼ ἔπασχεν οὔθʼ ὁποῖʼ ἔδρα κακά, ἀλλʼ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει ὀψοίαθʼ, οὓς δʼ ἔχρῃζεν οὐ γνωσοίατο. τοιαῦτʼ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ