ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ. οὗ δὴ κρεμαστὴν τὴν γυναῖκʼ ἐσείδομεν, πλεκταῖσιν αἰώραισιν ἐμπεπλεγμένην. ὁ δʼ ὡς ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας χαλᾷ κρεμαστὴν ἀρτάνην. ἐπεὶ δὲ γῇ ἔκειτο τλήμων, δεινὰ δʼ ἦν τἀνθένδʼ ὁρᾶν. ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους περόνας ἀπʼ αὐτῆς, αἷσιν ἐξεστέλλετο, ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων, αὐδῶν τοιαῦθʼ, ὁθούνεκʼ οὐκ ὄψοιντό νιν οὔθʼ οἷʼ ἔπασχεν οὔθʼ ὁποῖʼ ἔδρα κακά, ἀλλʼ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει ὀψοίαθʼ, οὓς δʼ ἔχρῃζεν οὐ γνωσοίατο. τοιαῦτʼ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ ἤρασσʼ ἐπαίρων βλέφαρα. φοίνιαι δʼ ὁμοῦ γλῆναι γένειʼ ἔτελλον, οὐδʼ ἀνίεσαν φόνου μυδώσας σταγόνας, ἀλλʼ ὁμοῦ μέλας ὄμβρος χαλάζης αἱματοῦς ἐτέγγετο. τάδʼ ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου κάτα,