βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφʼ οὗ οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν, ἀλλʼ εἰς ἐκεῖνον περιπολοῦντʼ ἐλεύσσομεν. φοιτᾷ γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν, γυναῖκά τʼ οὐ γυναῖκα, μητρῴαν δʼ ὅπου κίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων. λυσσῶντι δʼ αὐτῷ δαιμόνων δείκνυσί τις· οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν. δεινὸν δʼ ἀύσας ὡς ὑφηγητοῦ τινος πύλαις διπλαῖς ἐνήλατʼ, ἐκ δὲ πυθμένων ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ. οὗ δὴ κρεμαστὴν τὴν γυναῖκʼ ἐσείδομεν,