πεύσει τὰ κείνης ἀθλίας παθήματα. ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθʼ ἔσω θυρῶνος, ἵετʼ εὐθὺ πρὸς τὰ νυμφικὰ λέχη, κόμην σπῶσʼ ἀμφιδεξίοις ἀκμαῖς. πύλας δʼ, ὅπως εἰσῆλθʼ, ἐπιρράξασʼ ἔσω καλεῖ τὸν ἤδη Λάϊον πάλαι νεκρόν, μνήμην παλαιῶν σπερμάτων ἔχουσʼ, ὑφʼ ὧν θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι τοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν. γοᾶτο δʼ εὐνάς, ἔνθα δύστηνος διπλοῦς ἐξ ἀνδρὸς ἄνδρα καὶ τέκνʼ ἐκ τέκνων τέκοι. χὤπως μὲν ἐκ τῶνδʼ οὐκέτʼ οἶδʼ ἀπόλλυται·