νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα κεύθει, τὰ δʼ αὐτίκʼ εἰς τὸ φῶς φανεῖ κακὰ ἑκόντα κοὐκ ἄκοντα. τῶν δὲ πημονῶν μάλιστα λυποῦσʼ αἳ φανῶσʼ αὐθαίρετοι. Χορός λείπει μὲν οὐδʼ ἃ πρόσθεν εἴδομεν τὸ μὴ οὐ βαρύστονʼ εἶναι· πρὸς δʼ ἐκείνοισιν τί φῄς; Ἐξάγγελος ὁ μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα. Χορός ὦ δυστάλαινα, πρὸς τίνος ποτʼ αἰτίας; Ἐξάγγελος αὐτὴ πρὸς αὑτῆς. τῶν δὲ πραχθέντων τὰ μὲν ἄλγιστʼ ἄπεστιν· ἡ γὰρ ὄψις οὐ πάρα. ὅμως δʼ, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι,