ἰώ, Λαΐειον ὦ τέκνον, εἴθε σʼ εἴθε σε μήποτʼ εἰδόμαν. δύρομαι γὰρ ὥσπερ ἰάλεμον χέων ἐκ στομάτων. τὸ δʼ ὀρθὸν εἰπεῖν, ἀνέπνευσά τʼ ἐκ σέθεν καὶ κατεκοίμασα τοὐμὸν ὄμμα. Ἐξάγγελος ὦ γῆς μέγιστα τῆσδʼ ἀεὶ τιμώμενοι, οἷʼ, ἔργʼ ἀκούσεσθʼ, οἷα δʼ εἰσόψεσθʼ, ὅσον δʼ ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων. οἶμαι γὰρ οὔτʼ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν