ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος. Κρέων λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν. Οἰδίπους πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ ἐπράσσετʼ ἐνθένδʼ, ἐς τόδʼ ἂν τόλμης ἔβη; Κρέων δοκοῦντα ταῦτʼ ἦν· Λαΐου δʼ ὀλωλότος οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο. Οἰδίπους κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος οὕτω πεσούσης, εἶργε τοῦτʼ ἐξειδέναι; Κρέων ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶν σκοπεῖν μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο. Οἰδίπους ἀλλʼ ἐξ ὑπαρχῆς αὖθις αὔτʼ ἐγὼ φανῶ· ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σὺ πρὸ τοῦ θανόντος τήνδʼ ἔθεσθʼ ἐπιστροφήν· ὥστʼ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θʼ ἅμα. ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων, ἀλλʼ αὐτὸς αὑτοῦ τοῦτʼ ἀποσκεδῶ μύσος. ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανών, τάχʼ ἂν κἄμʼ ἂν τοιαύτῃ χειρὶ τιμωροῦνθʼ ἕλοι. κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ. ἀλλʼ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων ἵστασθε, τούσδʼ ἄραντες ἱκτῆρας κλάδους, ἄλλος δὲ Κάδμου λαὸν ὧδʼ ἀθροιζέτω, ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖς σὺν τῷ θεῷ φανούμεθʼ ἢ πεπτωκότες. Ἱερεύς ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν καὶ δεῦρʼ ἔβημεν ὧν ὅδʼ ἐξαγγέλλεται. Φοῖβος δʼ ὁ πέμψας τάσδε μαντείας ἅμα σωτήρ δʼ ἵκοιτο καὶ νόσου παυστήριος.