τανῦν δʼ ἀκούειν τίς ἀθλιώτερος; τίς ἄταις ἀγρίαις, τίς ἐν πόνοις ξύνοικος ἀλλαγᾷ βίου; ἰὼ κλεινὸν Οἰδίπου κάρα, ἦ στέγας λιμὴν αὑτὸς ἤρκεσεν παιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν; πῶς ποτε πῶς ποθʼ αἱ πατρῷαί σʼ ἄλοκες φέρειν, τάλας, σῖγʼ ἐδυνάθησαν ἐς τοσόνδε; Χορός ἐφηῦρέ σʼ ἄκονθʼ ὁ πάνθʼ ὁρῶν χρόνος, δικάζει τʼ ἄγαμον γάμον πάλαι τεκνοῦντα καὶ τεκνούμενον.