ἐξ οὗ καὶ βασιλεὺς καλεῖ ἐμὸς καὶ τὰ μέγιστʼ ἐτιμάθης, ταῖς μεγάλαισιν ἐν Θήβαισιν ἀνάσσων. Χορός τανῦν δʼ ἀκούειν τίς ἀθλιώτερος; τίς ἄταις ἀγρίαις, τίς ἐν πόνοις ξύνοικος ἀλλαγᾷ βίου; ἰὼ κλεινὸν Οἰδίπου κάρα, ἦ στέγας λιμὴν αὑτὸς ἤρκεσεν παιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν; πῶς ποτε πῶς ποθʼ αἱ πατρῷαί σʼ ἄλοκες φέρειν, τάλας, σῖγʼ ἐδυνάθησαν ἐς τοσόνδε; Χορός ἐφηῦρέ σʼ ἄκονθʼ ὁ πάνθʼ ὁρῶν χρόνος, δικάζει τʼ ἄγαμον γάμον πάλαι τεκνοῦντα καὶ τεκνούμενον. ἰώ, Λαΐειον ὦ τέκνον, εἴθε σʼ εἴθε σε μήποτʼ εἰδόμαν. δύρομαι γὰρ ὥσπερ ἰάλεμον χέων ἐκ στομάτων. τὸ δʼ ὀρθὸν εἰπεῖν, ἀνέπνευσά τʼ ἐκ σέθεν καὶ κατεκοίμασα τοὐμὸν ὄμμα. Ἐξάγγελος ὦ γῆς μέγιστα τῆσδʼ ἀεὶ τιμώμενοι, οἷʼ, ἔργʼ ἀκούσεσθʼ, οἷα δʼ εἰσόψεσθʼ, ὅσον δʼ ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων. οἶμαι γὰρ οὔτʼ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα κεύθει, τὰ δʼ αὐτίκʼ εἰς τὸ φῶς φανεῖ κακὰ ἑκόντα κοὐκ ἄκοντα. τῶν δὲ πημονῶν μάλιστα λυποῦσʼ αἳ φανῶσʼ αὐθαίρετοι. Χορός λείπει μὲν οὐδʼ ἃ πρόσθεν εἴδομεν τὸ μὴ οὐ βαρύστονʼ εἶναι· πρὸς δʼ ἐκείνοισιν τί φῄς; Ἐξάγγελος ὁ μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα. Χορός ὦ δυστάλαινα, πρὸς τίνος ποτʼ αἰτίας; Ἐξάγγελος αὐτὴ πρὸς αὑτῆς. τῶν δὲ πραχθέντων τὰ μὲν ἄλγιστʼ ἄπεστιν· ἡ γὰρ ὄψις οὐ πάρα. ὅμως δʼ, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι, πεύσει τὰ κείνης ἀθλίας παθήματα. ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθʼ ἔσω θυρῶνος, ἵετʼ εὐθὺ πρὸς τὰ νυμφικὰ λέχη, κόμην σπῶσʼ ἀμφιδεξίοις ἀκμαῖς. πύλας δʼ, ὅπως εἰσῆλθʼ, ἐπιρράξασʼ ἔσω καλεῖ τὸν ἤδη Λάϊον πάλαι νεκρόν, μνήμην παλαιῶν σπερμάτων ἔχουσʼ, ὑφʼ ὧν θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι τοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν. γοᾶτο δʼ εὐνάς, ἔνθα δύστηνος διπλοῦς ἐξ ἀνδρὸς ἄνδρα καὶ τέκνʼ ἐκ τέκνων τέκοι. χὤπως μὲν ἐκ τῶνδʼ οὐκέτʼ οἶδʼ ἀπόλλυται· βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφʼ οὗ οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν, ἀλλʼ εἰς ἐκεῖνον περιπολοῦντʼ ἐλεύσσομεν. φοιτᾷ γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν, γυναῖκά τʼ οὐ γυναῖκα, μητρῴαν δʼ ὅπου κίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων. λυσσῶντι δʼ αὐτῷ δαιμόνων δείκνυσί τις· οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν. δεινὸν δʼ ἀύσας ὡς ὑφηγητοῦ τινος πύλαις διπλαῖς ἐνήλατʼ, ἐκ δὲ πυθμένων ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ. οὗ δὴ κρεμαστὴν τὴν γυναῖκʼ ἐσείδομεν, πλεκταῖσιν αἰώραισιν ἐμπεπλεγμένην. ὁ δʼ ὡς ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας χαλᾷ κρεμαστὴν ἀρτάνην. ἐπεὶ δὲ γῇ ἔκειτο τλήμων, δεινὰ δʼ ἦν τἀνθένδʼ ὁρᾶν. ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους περόνας ἀπʼ αὐτῆς, αἷσιν ἐξεστέλλετο, ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων, αὐδῶν τοιαῦθʼ, ὁθούνεκʼ οὐκ ὄψοιντό νιν οὔθʼ οἷʼ ἔπασχεν οὔθʼ ὁποῖʼ ἔδρα κακά, ἀλλʼ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει ὀψοίαθʼ, οὓς δʼ ἔχρῃζεν οὐ γνωσοίατο. τοιαῦτʼ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ ἤρασσʼ ἐπαίρων βλέφαρα. φοίνιαι δʼ ὁμοῦ γλῆναι γένειʼ ἔτελλον, οὐδʼ ἀνίεσαν