τὸν σόν τοι παράδειγμʼ ἔχων, τὸν σὸν δαίμονα, τὸν σόν, ὦ τλᾶμον Οἰδιπόδα, βροτῶν οὐδὲν μακαρίζω· Χορός ὅστις καθʼ ὑπερβολὰν τοξεύσας ἐκράτησε τοῦ πάντʼ εὐδαίμονος ὄλβου, ὦ Ζεῦ, κατὰ μὲν φθίσας τὰν γαμψώνυχα παρθένον χρησμῳδόν, θανάτων δʼ ἐμᾷ χώρᾳ πύργος ἀνέστα· ἐξ οὗ καὶ βασιλεὺς καλεῖ ἐμὸς καὶ τὰ μέγιστʼ ἐτιμάθης, ταῖς μεγάλαισιν ἐν Θήβαισιν ἀνάσσων.