κάκʼ εἰς μέγιστʼ ἔσωσεν. εἰ γὰρ οὗτος εἶ ὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς. Οἰδίπους ἰοὺ ἰού· τὰ πάντʼ ἂν ἐξήκοι σαφῆ. ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν, ὅστις πέφασμαι φύς τʼ ἀφʼ ὧν οὐ χρῆν, ξὺν οἷς τʼ οὐ χρῆν ὁμιλῶν, οὕς τέ μʼ οὐκ ἔδει κτανών. Χορός ἰὼ γενεαὶ βροτῶν, ὡς ὑμᾶς ἴσα καὶ τὸ μηδὲν ζώσας ἐναριθμῶ. τίς γάρ, τίς ἀνὴρ πλέον τᾶς εὐδαιμονίας φέρει ἢ τοσοῦτον ὅσον δοκεῖν καὶ δόξαντʼ ἀποκλῖναι;