ἁνὴρ ὅδʼ, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ. Θεράπων οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ εἶπον, ὡς δοίην, πάλαι. Οἰδίπους πόθεν λαβών; οἰκεῖον ἢ ʼξ ἄλλου τινός; Θεράπων ἐμὸν μὲν οὐκ ἔγωγʼ, ἐδεξάμην δέ του. Οἰδίπους τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης; Θεράπων μὴ πρὸς θεῶν, μή, δέσποθʼ, ἱστόρει πλέον. Οἰδίπους ὄλωλας, εἴ σε ταῦτʼ ἐρήσομαι πάλιν. Θεράπων τῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων. Οἰδίπους ἦ δοῦλος ἢ κείνου τις ἐγγενὴς γεγώς; Θεράπων οἴμοι, πρὸς αὐτῷ γʼ εἰμὶ τῷ δεινῷ λέγειν. Οἰδίπους κἄγωγʼ ἀκούειν· ἀλλʼ ὅμως ἀκουστέον. Θεράπων κείνου γέ τοι δὴ παῖς ἐκλῄζεθʼ· ἡ δʼ ἔσω κάλλιστʼ ἂν εἴποι σὴ γυνὴ τάδʼ ὡς ἔχει. Οἰδίπους ἦ γὰρ δίδωσιν ἥδε σοι; Θεράπων μάλιστʼ, ἄναξ. Οἰδίπους ὡς πρὸς τί χρείας; Θεράπων ὡς ἀναλώσαιμί νιν. Οἰδίπους τεκοῦσα τλήμων; Θεράπων θεσφάτων γʼ ὄκνῳ κακῶν. Οἰδίπους ποίων; Θεράπων κτενεῖν νιν τοὺς τεκόντας ἦν λόγος. Οἰδίπους πῶς δῆτʼ ἀφῆκας τῷ γέροντι τῷδε σύ; Θεράπων κατοικτίσας, ὦ δέσποθʼ, ὡς ἄλλην χθόνα δοκῶν ἀποίσειν, αὐτὸς ἔνθεν ἦν· ὁ δὲ κάκʼ εἰς μέγιστʼ ἔσωσεν. εἰ γὰρ οὗτος εἶ ὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς. Οἰδίπους ἰοὺ ἰού· τὰ πάντʼ ἂν ἐξήκοι σαφῆ. ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν, ὅστις πέφασμαι φύς τʼ ἀφʼ ὧν οὐ χρῆν, ξὺν οἷς τʼ οὐ χρῆν ὁμιλῶν, οὕς τέ μʼ οὐκ ἔδει κτανών.