τόνδʼ ὃς πάρεστιν· ἢ ξυναλλάξας τί πω; Θεράπων οὐχ ὥστε γʼ εἰπεῖν ἐν τάχει μνήμης ἄπο. Ἄγγελος κοὐδέν γε θαῦμα, δέσποτʼ· ἀλλʼ ἐγὼ σαφῶς ἀγνῶτʼ ἀναμνήσω νιν. εὖ γὰρ οἶδʼ ὅτι κάτοιδεν, ἦμος τῷ Κιθαιρῶνος τόπῳ, ὁ μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δʼ ἑνί, ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλους ἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους· χειμῶνα δʼ ἤδη τἀμά τʼ εἰς ἔπαυλʼ ἐγὼ ἤλαυνον οὗτός τʼ εἰς τὰ Λαΐου σταθμά. λέγω τι τούτων ἢ οὐ λέγω πεπραγμένον; Θεράπων λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου. Ἄγγελος φέρʼ εἰπὲ νῦν, τότʼ οἶσθα παῖδά μοί τινα δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ; Θεράπων τί δʼ ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς; Ἄγγελος ὅδʼ ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότʼ ἦν νέος. Θεράπων οὐκ εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσει; Οἰδίπους ἆ, μὴ κόλαζε, πρέσβυ, τόνδʼ, ἐπεὶ τὰ σὰ δεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδʼ ἔπη. Θεράπων τί δʼ, ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω; Οἰδίπους οὐκ ἐννέπων τὸν παῖδʼ ὃν οὗτος ἱστορεῖ. Θεράπων λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλʼ ἄλλως πονεῖ. Οἰδίπους σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δʼ ἐρεῖς. Θεράπων μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μʼ αἰκίσῃ. Οἰδίπους οὐχ ὡς τάχος τις τοῦδʼ ἀποστρέψει χέρας; Θεράπων δύστηνος, ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν; Οἰδίπους τὸν παῖδʼ ἔδωκας τῷδʼ ὃν οὗτος ἱστορεῖ; Θεράπων ἔδωκʼ· ὀλέσθαι δʼ ὤφελον τῇδʼ ἡμέρᾳ. Οἰδίπους ἀλλʼ εἰς τόδʼ ἥξεις μὴ λέγων γε τοὔνδικον. Θεράπων πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι.