τὸν ἄνδρα τόνδʼ οὖν οἶσθα τῇδέ που μαθών; Θεράπων τί χρῆμα δρῶντα; ποῖον ἄνδρα καὶ λέγεις; Οἰδίπους τόνδʼ ὃς πάρεστιν· ἢ ξυναλλάξας τί πω; Θεράπων οὐχ ὥστε γʼ εἰπεῖν ἐν τάχει μνήμης ἄπο. Ἄγγελος κοὐδέν γε θαῦμα, δέσποτʼ· ἀλλʼ ἐγὼ σαφῶς ἀγνῶτʼ ἀναμνήσω νιν. εὖ γὰρ οἶδʼ ὅτι κάτοιδεν, ἦμος τῷ Κιθαιρῶνος τόπῳ, ὁ μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δʼ ἑνί, ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλους ἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους· χειμῶνα δʼ ἤδη τἀμά τʼ εἰς ἔπαυλʼ ἐγὼ ἤλαυνον οὗτός τʼ εἰς τὰ Λαΐου σταθμά. λέγω τι τούτων ἢ οὐ λέγω πεπραγμένον; Θεράπων λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου. Ἄγγελος φέρʼ εἰπὲ νῦν, τότʼ οἶσθα παῖδά μοί τινα δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ; Θεράπων τί δʼ ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς; Ἄγγελος ὅδʼ ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότʼ ἦν νέος. Θεράπων οὐκ εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσει; Οἰδίπους ἆ, μὴ κόλαζε, πρέσβυ, τόνδʼ, ἐπεὶ τὰ σὰ δεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδʼ ἔπη. Θεράπων τί δʼ, ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω; Οἰδίπους οὐκ ἐννέπων τὸν παῖδʼ ὃν οὗτος ἱστορεῖ. Θεράπων λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλʼ ἄλλως πονεῖ. Οἰδίπους σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δʼ ἐρεῖς. Θεράπων μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μʼ αἰκίσῃ. Οἰδίπους οὐχ ὡς τάχος τις τοῦδʼ ἀποστρέψει χέρας; Θεράπων δύστηνος, ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν; Οἰδίπους τὸν παῖδʼ ἔδωκας τῷδʼ ὃν οὗτος ἱστορεῖ; Θεράπων ἔδωκʼ· ὀλέσθαι δʼ ὤφελον τῇδʼ ἡμέρᾳ. Οἰδίπους ἀλλʼ εἰς τόδʼ ἥξεις μὴ λέγων γε τοὔνδικον. Θεράπων πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι. Οἰδίπους ἁνὴρ ὅδʼ, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ. Θεράπων οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ εἶπον, ὡς δοίην, πάλαι. Οἰδίπους πόθεν λαβών; οἰκεῖον ἢ ʼξ ἄλλου τινός; Θεράπων ἐμὸν μὲν οὐκ ἔγωγʼ, ἐδεξάμην δέ του. Οἰδίπους τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης; Θεράπων μὴ πρὸς θεῶν, μή, δέσποθʼ, ἱστόρει πλέον. Οἰδίπους ὄλωλας, εἴ σε ταῦτʼ ἐρήσομαι πάλιν. Θεράπων τῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων. Οἰδίπους ἦ δοῦλος ἢ κείνου τις ἐγγενὴς γεγώς; Θεράπων οἴμοι, πρὸς αὐτῷ γʼ εἰμὶ τῷ δεινῷ λέγειν. Οἰδίπους κἄγωγʼ ἀκούειν· ἀλλʼ ὅμως ἀκουστέον. Θεράπων κείνου γέ τοι δὴ παῖς ἐκλῄζεθʼ· ἡ δʼ ἔσω κάλλιστʼ ἂν εἴποι σὴ γυνὴ τάδʼ ὡς ἔχει. Οἰδίπους ἦ γὰρ δίδωσιν ἥδε σοι; Θεράπων μάλιστʼ, ἄναξ. Οἰδίπους ὡς πρὸς τί χρείας; Θεράπων ὡς ἀναλώσαιμί νιν. Οἰδίπους τεκοῦσα τλήμων; Θεράπων θεσφάτων γʼ ὄκνῳ κακῶν. Οἰδίπους ποίων; Θεράπων κτενεῖν νιν τοὺς τεκόντας ἦν λόγος. Οἰδίπους πῶς δῆτʼ ἀφῆκας τῷ γέροντι τῷδε σύ; Θεράπων κατοικτίσας, ὦ δέσποθʼ, ὡς ἄλλην χθόνα δοκῶν ἀποίσειν, αὐτὸς ἔνθεν ἦν· ὁ δὲ κάκʼ εἰς μέγιστʼ ἔσωσεν. εἰ γὰρ οὗτος εἶ ὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς. Οἰδίπους ἰοὺ ἰού· τὰ πάντʼ ἂν ἐξήκοι σαφῆ. ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν, ὅστις πέφασμαι φύς τʼ ἀφʼ ὧν οὐ χρῆν, ξὺν οἷς τʼ οὐ χρῆν ὁμιλῶν, οὕς τέ μʼ οὐκ ἔδει κτανών. Χορός ἰὼ γενεαὶ βροτῶν, ὡς ὑμᾶς ἴσα καὶ τὸ μηδὲν ζώσας ἐναριθμῶ. τίς γάρ, τίς ἀνὴρ πλέον τᾶς εὐδαιμονίας φέρει ἢ τοσοῦτον ὅσον δοκεῖν καὶ δόξαντʼ ἀποκλῖναι; τὸν σόν τοι παράδειγμʼ ἔχων, τὸν σὸν δαίμονα, τὸν σόν, ὦ τλᾶμον Οἰδιπόδα, βροτῶν οὐδὲν μακαρίζω· Χορός ὅστις καθʼ ὑπερβολὰν τοξεύσας ἐκράτησε τοῦ πάντʼ εὐδαίμονος ὄλβου, ὦ Ζεῦ, κατὰ μὲν φθίσας τὰν γαμψώνυχα παρθένον χρησμῳδόν, θανάτων δʼ ἐμᾷ χώρᾳ πύργος ἀνέστα·