καὶ τροφὸν καὶ ματέρʼ αὔξειν, καὶ χορεύεσθαι πρὸς ἡμῶν, ὡς ἐπὶ ἦρα φέροντα τοῖς ἐμοῖς τυράννοις. ἰήϊε Φοῖβε, σοὶ δὲ ταῦτʼ ἀρέστʼ εἴη. Χορός τίς σε, τέκνον, τίς σʼ ἔτικτε τᾶν μακραιώνων ἄρα Πανὸς ὀρεσσιβάτα πατρὸς πελασθεῖσʼ; ἢ σέ γʼ εὐνάτειρά τις Λοξίου; τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι· εἴθʼ ὁ Κυλλάνας ἀνάσσων, εἴθʼ ὁ Βακχεῖος θεὸς ναίων ἐπʼ ἄκρων ὀρέων σʼ εὕρημα δέξατʼ ἔκ του Νυμφᾶν Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει. Οἰδίπους εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω, πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρʼ ὁρᾶν δοκῶ, ὅνπερ πάλαι ζητοῦμεν· ἔν τε γὰρ μακρῷ γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος, ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέτας ἔγνωκʼ ἐμαυτοῦ· τῇ δʼ ἐπιστήμῃ σύ μου προύχοις τάχʼ ἄν που, τὸν βοτῆρʼ ἰδὼν πάρος. Χορός ἔγνωκα γάρ, σάφʼ ἴσθι· Λαΐου γὰρ ἦν εἴπερ τις ἄλλος πιστὸς ὡς νομεὺς ἀνήρ. Οἰδίπους σὲ πρῶτʼ ἐρωτῶ, τὸν Κορίνθιον ξένον, ἦ τόνδε φράζεις; Ἄγγελος τοῦτον, ὅνπερ εἰσορᾷς. Οἰδίπους οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων ὅσʼ ἄν σʼ ἐρωτῶ. Λαΐου ποτʼ ἦσθα σύ; Θεράπων ἦ δοῦλος οὐκ ὠνητός, ἀλλʼ οἴκοι τραφείς. Οἰδίπους ἔργον μεριμνῶν ποῖον ἢ βίον τινά; Θεράπων ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην. Οἰδίπους χώροις μάλιστα πρὸς τίσι ξύναυλος ὤν; Θεράπων ἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος. Οἰδίπους τὸν ἄνδρα τόνδʼ οὖν οἶσθα τῇδέ που μαθών; Θεράπων τί χρῆμα δρῶντα; ποῖον ἄνδρα καὶ λέγεις;